ΜΑΡΚΟΥ ΑΝΤΩΝΙΝΟΥ
ΑΥΤΟΚΡΑΤΟΡΟΣ
ΤΩΝ ΕΙΣ ΕΑΥΤΟΝ
ΒΙΒΛΙΟΝ Α.
ΠΑΡÀ τοῦ πάππου Οὐήρου, τὸ καλόηθες καὶ ἀόργητον.
β'. Παρὰ τῆς δόξης καὶ μνήμης, τῆς περὶ τοῦ γεννήσαν-
τος, τὸ αἰδῆμον καὶ ἀῤῥενικόν.
γ'. Παρὰ τῆς μητρός, τὸ θεοσεβὲς καὶ μεταδοτικόν· xαὶ ἐφεκτικὸν οὐ μόνον τοῦ κακοποιεῖν, ἀλλὰ καὶ τοῦ ἐπὶ ἐννοίας γίνεσθαι τοιαύτης. Ετι δὲ τὸ λιτὸν κατὰ τὴν δίαιταν καὶ πόῤῥω τῆς πλουσιακῆς διαγωγής.
δ'. Παρὰ τοῦ προπάππου, τὸ μὴ εἰς δημοσίας διατριβὰς φοιτῆσαι· καὶ τὸ ἀγαθοῖς διδασκάλοις κατ' οἶκον χρήσασθαι, καὶ τὸ γνῶναι, ὅτι εἰς τὰ τοιαῦτα δεῖ ἐκτενῶς ἀναλίσκειν.
ε'. Παρὰ τοῦ τροφέως, τὸ μήτε Πρασιανός, μήτε Βενετια-
νὸς, μήτε παλμουλάριος ἢ σκουτάριος γενέσθαι καὶ τὸ φερέπονον
καὶ ὀλιγοδεὶς καὶ αὐτουργικόν· καὶ τὸ ἀπολυπραγμον, καὶ τὸ
δυσπρόσδεκτον διαβολῆς.
σ'. Παρὰ Διογνήτου, τὸ ἀκενόσπουδον· καὶ τὸ ἀπιστητικὸν τοῖς ὑπὸ τῶν τερατευομένων καὶ γοήτων περὶ ἐπῳδῶν, κα περὶ δαιμόνων ἀποπομπῆς καὶ τῶν τοιούτων λεγομένοις· καὶ τὸ