Page:Retrato do Imperador Marco Aurélio (livro 1 das Reflexões).pdf/25

This page has not been proofread.

( 9 )

μὴ ὀρτυγοτροφεῖν, μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι· καὶ τὸ ἀνέχεσθαι παῤῥησίας· καὶ τὸ οἰκειωθῆναι φιλοσοφίᾳ καὶ τὸ ἀκοῦ-
σαι, πρῶτον μὲν Βακχίου, εἶτα Τανδάσιδος καὶ Μαρκιανοῦ· καὶ τὸ γράψαι διαλόγους ἐν παιδί· καὶ τὸ σκίμποδος καὶ δορᾶς ἐπιθυμῆσαι, καὶ ὅσα τοιαῦτα τῆς Ἑλληνικῆς ἀγωγῆς ἐχόμενα.

ζ'. Παρὰ Ρουστίκου, τὸ λαβεῖν φαντασίαν τοῦ χρήζειν διορ-
θώσεως καὶ θεραπείας τοῦ ἤθους· καὶ τὸ μὴ ἐκτραπῆναι εἰς ζῆλον σοφιστικὸν, μηδὲ [το] συγγράφειν περὶ τῶν θεωρημάτων, ἢ προτρεπτικά λογάρια διαλέγεσθαι, ή φαντασιοπλήκτως τὸν ἀσκητικὸν, ἢ τὸν εὐεργετικὸν ἄνδρα ἐπιδείκνυσθαι· καὶ τὸ ἀποστῆναι ῥητορικῆς, καὶ ποιητικῆς, καὶ ἀστειολογίας· καὶ τὸ μὴ ἐν στολῇ κατ' οἶκον περιπατεῖν, μηδὲ τὰ τοιαῦτα ποιεῖν· καὶ τὸ τὰ ἐπιστόλια ἀφελῶς γράφειν, οἷον τὸ ὑπ' αὐτοῦ τούτου ἀπὸ Σινοέσσης τῇ μητρί μου γραφέν· καὶ τὸ πρὸς τοὺς χαλε-
πήναντας καὶ πλημμελήσαντας εὐανακλήτως καὶ εὐδιαλλάκτως, ἐπειδὰν τάχιστα αὐτοὶ ἐπανελθεῖν ἐθελήσωσι, διακεῖσθαι· καὶ τὸ ἀκριβῶς ἀναγινώσκειν, καὶ μὴ ἀρκεῖσθαι περινοοῦντα όλο σχερῶς· μηδὲ τοῖς περιλαλοῦσι ταχέως συγκατατίθεσθαι· καὶ τὸ ἐντυχεῖν τοῖς Επικτητείοις ὑπομνήμασιν, ὧν οἴκοθεν μετ-
τέδωκε.

η. Παρὰ Απολλωνίου, τὸ ἐλεύθερον καὶ ἀναμφιβόλως ἀκύ-
βευτον· καὶ πρὸς μηδὲν ἄλλο ἀποβλέπειν, μηδὲ ἐπ' ὀλίγον, ἢ πρὸς τὸν λόγον· καὶ τὸ ἀεὶ ὅμοιον, ἐν ἀλγηδόσιν ὀξείαις, ἐν μακραῖς νόσοις· καὶ τὸ ἐπὶ παραδείγματος ζῶντος ἰδεῖν ἐναργώς, ὅτι δύναται ὁ αὐτὸς σφοδρότατος εἶναι καὶ ἀνειμένος· καὶ τὸ ἐν ταῖς ἐξηγήσεσι μὴ δυσχεραντικόν· καὶ τὸ ἰδεῖν ἄνθρωπον σαφῶς ἐλάχιστον τῶν ἑαυτοῦ καλῶν ἡγούμενον τὴν ἐμπειρίαν, καὶ τὴν ἐντρέχειαν τὴν περὶ τὸ παραδιδόναι τὰ θεωρήματα· καὶ τὸ μαθεῖν, πῶς δεῖ λαμβάνειν τὰς δοκούσας χάριτας παρά