Page:Retrato do Imperador Marco Aurélio (livro 1 das Reflexões).pdf/29

This page has not been proofread.

( 13 )

ιγ. Παρὰ Κατούλου, τὸ μὴ ὀλιγώρως έχειν φίλου αίτιω-
μένου τι, κἂν τύχη αλόγως αιτιώμενος, ἀλλὰ πειρᾶσθαι καὶ ἀποκαθιστάναι ἐπὶ τὸ σύνηθες· καὶ τὸ περὶ τῶν διδασκάλων ἐκθύμως εὔφημον, οἷα τὰ περὶ Δομιτίου καὶ Αθηνοδότου ἀπο-
μνημονευόμενα· καὶ τὸ περὶ τὰ τέκνα ἀληθινῶς ἀγαπητικόν.

ιδ'. Παρὰ τοῦ ἀδελφοῦ μου Σευήρου, τὸ φιλοίκειον, καὶ φιλάληθες, καὶ φιλοδίκαιον· καὶ τὸ δι' αὐτὸν γνῶναι Θρασέαν, Ελβίδιον, Κάτωνα, Δίωνα, Βροῦτον, καὶ φαντασίαν λαβεῖν που λιτείας ἰσονόμου, κατὰ ἰσότητα καὶ ἰσηγορίαν διοικουμένης, καὶ βασιλείας τιμώσης πάντων μάλιστα τὴν ἐλευθερίαν τῶν ἀρχα-
μένων· καὶ ἔτι παρ' αὐτοῦ τὸ ὁμαλὲς καὶ ὁμότονον ἐν τῇ τιμῇ τῆς φιλοσοφίας· καὶ τὸ εὐποιητικὸν, καὶ τὸ εὐμετάδοτον ἐκτενῶς, καὶ τὸ εὔελπι, καὶ τὸ πιστευτικὸν περὶ τοῦ ὑπὸ τῶν φίλων φιλεῖσθαι· καὶ τὸ ἀνεπίκρυπτον πρὸς τοὺς και-
ταγνώσεως ὑπ' αὐτοῦ τυγχάνοντας· καὶ τὸ μὴ δεῖσθαι στο-
χασμοῦ τοὺς φίλους αὐτοῦ περὶ τοῦ, τί θέλει ἢ τί οὐ θέλει, ἀλλὰ δῆλον εἶναι.

ιέ. Παρὰ Μαξίμου, τὸ κρατεῖν ἑαυτοῦ, καὶ κατὰ μηδὲν περίφορον εἶναι· καὶ τὸ εὔθυμον ἔν τε ταῖς ἄλλαις περιστάσεσι, καὶ ἐν ταῖς νόσοις· καὶ τὸ εὔκρατον τοῦ ἤθους, καὶ μειλίχιον, καὶ γεραρόν· καὶ τὸ οὐ σχετλίως κατεργαστικὸν τῶν προκει-
μένων· καὶ τὸ πάντας αὐτῷ πιστεύειν, περὶ ὧν λέγοι, ὅτι οὕτως φρονεῖ, καὶ περὶ ὧν πράττοι, ὅτι οὐ κακῶς πράττει· καὶ τὸ ἐθαύμαστον, καὶ ἀνέκπληκτον, καὶ μηδαμοῦ ἐπειγόμενον, ἢ ὀκνοῦν, ἢ ἀμηχανοῦν, ἢ κατηφές, ἢ προσεσηρός, ή πάλιν θυ-
μούμενον, ἢ ὑφορώμενον· καὶ τὸ εὐεργετικὸν, καὶ τὸ συγγνεία-
μονικὸν, καὶ τὸ ἀψευδές, καὶ τὸ ἀδιαστρόφου μᾶλλον, ἢ διορ-
θευμένου φαντασίαν παρέχειν· καὶ ὅτι οὔτε ᾠήθη ἄν ποτέ τις ὑπερορᾶσθαι ὑπ' αὐτοῦ, οὔτε ὑπέμεινεν ἂν κρείττονα αὐτοῦ αὑτὸν ὑπολαβεῖν· καὶ τὸ εὐχαριεντίζεσθαι.