( 17 )
τοῦ ἰδίου σώματος ἐπιμελητικὸν ἐμμέτρως, οὔτε ὡς ἄν τις
φιλόζωος, οὔτε πρὸς καλλωπισμόν, οὔτε μὴν ὀλιγώρως· ἀλλ᾽
ὥστε διὰ τὴν ἰδίαν προσοχὴν εἰς ὀλίγιστα ἰατρικῆς χρήζειν, ἢ
φαρμάκων καὶ ἐπιθεμάτων ἐκτός˙ Μάλιστα δὲ τὸ παραχωρητι-
κὸν ἀβασκάνως τοῖς δύναμίν τινα κεκτημένοις, οἷον τὴν φρα-
στικὴν, ἢ τὴν ἐξ ἱστορίας νόμων, ἢ ἐθῶν, ἢ ἄλλων τινῶν
πραγμάτων· καὶ συσπουδαστικὸν αὐτοῖς, ἵνα ἕκαστοι κατὰ τὰ
ἴδια προτερήματα εὐδοκιμῶσι· πάντα δὲ κατὰ τὰ πάτρια
πράσσων, οὐδ᾽ αὐτὸ τοῦτο ἐπιτηδεύων φαίνεσθαι, τὸ τὰ πάτρια
φυλάσσειν. ἔτι δὲ τὸ μὴ εὐμετακίνητον καὶ ῥιπταστικὸν, αλλά
καὶ τόποις, καὶ πράγμασι τοῖς αὐτοῖς ἐνδιατριπτικόν· καὶ τὸ
μετὰ τοὺς παροξυσμοὺς τῆς κεφαλαλγίας, νεαρὸν εὐθὺς καὶ
ἀκμαῖον πρὸς τὰ συνήθη ἔργα· καὶ τὸ μὴ εἶναι αὐτῷ πολλὰ τὰ
ἀπόρρητα, ἀλλὰ ὀλίγιστα καὶ σπανιώτατα, καὶ ταῦτα ὑπὲρ
τῶν κοινῶν μόνον· καὶ τὸ ἔμφρον καὶ μεμετρημένον ἔν τε θεω-
ριῶν ἐπιτελέσει, καὶ ἔργων κατασκευαῖς, καὶ διανομαῖς, καὶ
τοῖς τοιούτοις ἀνθρώποις πρὸς αὐτὸ [δὲ] τὸ δέον πραχθῆναι
δεδορκότος, οὐ πρὸς τὴν ἐπὶ τοῖς πραχθεῖσιν εὐδοξίαν· Οὐκ
ἐν ἀωρεί λούστης, οὐχὶ φιλοικοδόμος, οὐ περὶ τὰς ἐδωδὰς
ἐπινοητής, οὐ περὶ ἐσθήτων ὑφὰς καὶ χρόας, οὐ περὶ σωμάτων
ὥρας. Η ἀπὸ Λωρίου στολὴ ἀνάγουσα ἀπὸ τῆς κάτω ἐπαύλεως,
καὶ τῶν ἐν Λανουξίῳ τὰ πολλὰ· τῷ τελώνῃ ἐν Τούσκλοις παραι
τουμένῳ ὡς ἐχρήσατο, καὶ πᾶς ὁ τοιοῦτος τρόπος. Οὐδὲν
ἀπηνές, οὐδὲ μὴν ἀδυσώπητον, οὐδὲ λάβρον, οὐδὲ, ὡς ἄν
τινα εἰπεῖν ποτε, ἕως ἱδρῶτος· ἀλλὰ πάντα διειλημμένα λελο-
γίσθαι, ὡς ἐπὶ σχολῆς, ἀταράχως, τεταγμένως, ἐῤῥωμένως,
συμφώνως ἑαυτοῖς. Εφαρμόσειε δ᾽ ἂν αὐτῷ τὸ περὶ τοῦ Σω-
κράτους μνημονευόμενον, ὅτι καὶ ἀπέχεσθαι καὶ ἀπολαύειν ἐδύ-
νατο τούτων, ὧν πολλοὶ πρός τε τὰς ἀποχὰς ἀσθενῶς, καὶ
πρὸς τὰς ἀπολαύσεις ἐνδοτικῶς ἔχουσι. Τὸ δὲ ἰσχύειν καὶ ἔτι
2