( 19 )
καρτερεῖν καὶ ἐννήφειν ἑκατέρῳ, ἀνδρός ἐστιν ἄρτιον καὶ ἀήτ-
τητον ψυχὴν ἔχοντος, οἷον ἐν τῇ νόσῳ τῇ Μαξίμου.
ιζ'. Παρὰ τῶν Θεῶν, τὸ ἀγαθοὺς πάππους, ἀγαθοὺς γονέας,
ἀγαθὴν ἀδελφὴν, ἀγαθοὺς διδασκάλους, ἀγαθοὺς οἰκείους,
συγγενείς, φίλους, σχεδὸν ἅπαντας ἔχειν. Καὶ ὅτι περὶ οὐδένα
αὐτῶν προέπεσον πλημμελῆσαί τι, καίτοι διάθεσιν ἔχων τοιαύ-
την, ἀφ᾿ ἧς, εἰ ἔτυχε, κἂν ἔπραξα τι τοιοῦτο· τῶν Θεῶν δὲ
εὐποιία, τὸ μηδεμίαν συνδρομὴν πραγμάτων γενέσθαι, ἥτις
ἔμελλέ με ἐλέγξειν. Καὶ τὸ μὴ ἐπὶ πλέον ἐκτραφῆναι παρὰ τῇ
παλλακῇ τοῦ πάππου· καὶ τὸ τὴν ὥραν διασῶσαι· καὶ τὸ μὴ
πρὸ ὥρας ἀνδρωθῆναι, ἀλλ' ἔτι καὶ ἐπιλαβεῖν τοῦ χρόνου. Τὸ
ἄρχοντι καὶ πατρὶ ὑποταχθῆναι, ὃς ἔμελλε πάντα τὸν τύφον
ἀφαιρήσειν μοῦ, καὶ εἰς ἔννοιαν ἄξειν τοῦ, ὅτι δυνατόν ἐστιν,
ἐν αὐλῇ βιοῦντα μήτε δορυφορήσεων χρήζειν, μήτε ἐσθήτων
σημειωτῶν, μήτε λαμπάδων, καὶ ἀνδριάντων [τοιώνδέ τινων],
καὶ τοῦ ὁμοίου κόμπου· ἀλλ' ἔξεστιν ἐγγυτάτω ἰδιώτου
συστέλλειν ἑαυτὸν, καὶ μὴ διὰ τοῦτο ταπεινότερον, ἢ
ῥαθυμότερον ἔχειν πρὸς τὰ ὑπὲρ τῶν κοινῶν ἡγεμονικῶς
πραχθῆναι δέοντα. Τὸ ἀδελφοῦ τοιούτου τυχεῖν, δυναμένου μὲν
διὰ ἤθους ἐπεγεῖραί με πρὸς ἐπιμέλειαν ἐμαυτοῦ, ἅμα δὲ καὶ
τιμῇ καὶ στοργῇ εὐφραίνοντός με· τὸ παιδία μοι ἀφυῆ μὴ γενέσθαι,
μηδὲ κατὰ τὸ σωμάτιον διάστροφα· τὸ μὴ ἐπὶ πλέον με προ-
κόψαι ἐν ῥητορικῇ, καὶ ποιητικῇ, καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασιν,
ἐν οἷς ἴσως ἂν κατεσχέθην, εἰ ἠσθόμην ἐμαυτὸν εὐόδως προϊόντα.
Τὸ φθάσαι τοὺς τροφέας ἐν ἀξιώματι καταστῆσαι, οὗ δὴ ἐδόκουν
μοι ἐπιθυμεῖν, καὶ μὴ ἀναβαλέσθαι ἐλπίδι τοῦ με, ἐπεὶ νέοι ἔτι
ἦσαν, ὕστερον αὐτὸ πράξειν. Τὸ γνῶναι Απολλώνιον, Ρούστι-
κον, Μάξιμον. Τὸ φαντασθῆναι περὶ τοῦ κατὰ φύσιν βίου
ἐναργῶς καὶ πολλάκις, οἷός τίς ἐστι· ὥστε, ὅσον ἐπὶ τοῖς Θεοῖς,
καὶ ταῖς ἐκεῖθεν δόσεσι καὶ συλλήψεσι καὶ ἐπιπνοίαις, μηδὲν
2.