( 21 )
κωλύειν ἤδη κατὰ φύσιν ζῆν με, ἀπολείπεθαι δὲ ἔτι τούτου
παρὰ τὴν ἐμὴν αἰτίαν, καὶ παρὰ τὸ μὴ διατηρεῖν τὰς ἐκ Θεῶν
ὑπομνήσεις, καὶ μονονουχί διδασκαλίας· τὸ ἀντισχεῖν μοι τὸ
σῶμα ἐπὶ τοσοῦτον ἐν τοιούτῳ βίῳ· τὸ μήτε Βενεδίκτης ἅψασθαι,
μήτε Θεοδότου, ἀλλὰ καὶ ὕστερον ἐν ἐρωτικοῖς πάθεσι γενόμενον
ὑγιᾶναι· τὸ χαλεπήναντα πολλάκις Ρουστίκῳ, μηδὲν πλέον
πρᾶξαι, ἐφ᾽ ᾧ ἂν μετέγνων· τὸ μέλλουσαν νέαν τελευτῶν τὴν
τεκοῦσαν, ὅμως οἰκῆσαι μετ᾿ ἐμοῦ τὰ τελευταῖα ἔτη. Τὸ ὁσάκις
ἐβουλήθην ἐπικουρῆσαί τινι πενομένῳ, ἢ εἰς ἄλλο τι χρήζοντι,
μηδέποτε ἀκοῦσαί με, ὅτι οὐκ ἔστι μοι χρήματα, ὅθεν γένηται·
καὶ τὸ αὐτῷ ἐμοὶ χρείαν ὁμοίαν, ὡς παρ' ἑτέρου μεταλαβεῖν,
μὴ συμπεσεῖν· τὸ τὴν γυναῖκα τοιαύτην εἶναι, ούτωσὶ μὲν πει-
θήνιον, οὕτω δὲ φιλόστοργον, οὕτω δὲ ἀφελῆ· τὸ ἐπιτηδείων
τροφέων εἰς τὰ παιδία εὐπορῆσαι. Τὸ δι' ὀνειράτων βοηθήματα
δοθῆναι, ἄλλα τε, καὶ ὡς μὴ πτύειν αἷμα καὶ μὴ ιλιγγιᾷν, καὶ
τούτου ἐν Καιήτη ὥσπερ χρήση ὅπως τε ἐπεθύμησα φιλοσοφίας,
μὴ ἐμπεσεῖν εἴς τινα σοφιστὴν, μηδὲ ἀποκαθίσαι ἐπὶ τοὺς συγ-
γραφεῖς, ἢ συλλογισμοὺς ἀναλύειν, ἢ περὶ τὰ μετεωρολογικά
καταγίνεσθαι. Πάντα γὰρ ταῦτα θεῶν βοηθῶν καὶ τύχης δεῖται.
Τὰ ἐν Κουάδοις πρὸς τῷ Γρανούα.